Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.54 Joseph. AJ 4.58 (English) >>Joseph. AJ 4.63

4.56ὑφʼ οὗ πάντες, οἵ τε διακόσιοι καὶ πεντήκοντα καὶ Κορῆς, ᾄξαντος ἐπʼ αὐτοὺς ἐφθάρησαν, ὡς καὶ τὰ σώματα αὐτῶν ἀφανῆ γεγονέναι. περισώζεται δὲ μόνος Ἀαρὼν μηδὲν ὑπὸ τοῦ πυρὸς βλαβεὶς τῷ τὸν θεὸν εἶναι τὸν οὓς ἔδει καίειν ἀπεσταλκότα. 4.57Μωυσῆς δὲ τούτων ἀπολομένων βουλόμενος τὴν τιμωρίαν αὐτῶν μνήμῃ παραδοθῆναι καὶ τοὺς αὖθις ἐσομένους αὐτὴν μαθεῖν, ἐκέλευσεν Ἐλεάζαρον τὸν Ἀαρῶνος υἱὸν τὰ θυμιατήρια αὐτῶν παρὰ τὸν χάλκεον καταθέσθαι βωμόν, 4.58ὡς ἂν ὑπόμνησις εἴη τοῖς αὖθις ὧν ἔπαθον καὶ ὅτι τὴν ἰσχὺν τοῦ θεοῦ νομίσειαν ἀπατᾶσθαι δύνασθαι. καὶ Ἀαρὼν μὲν οὐκέτι τῇ Μωυσέος χάριτι τὴν ἀρχιερωσύνην ἔχειν δοκῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κρίσει φανερᾷ γενομένῃ, μετὰ τῶν υἱῶν ἤδη βεβαίως ἀπέλαυε τῆς τιμῆς. 4.59

Τὴν μέντοι στάσιν οὐδʼ οὕτως συνέβη παύσασθαι, πολλῷ δὲ μᾶλλον αὔξειν καὶ φύεσθαι· χαλεπωτέραν ἐλάμβανε τῆς ἐπὶ τὸ χεῖρον προκοπῆς αἰτίαν, ὑφʼ ἧς οὐδέποτε λήξειν τὸ δεινὸν ἦν εἰκὸς ἀλλʼ εἰς χρόνον παραμενεῖν. 4.60οἱ γὰρ ἄνθρωποι πεπιστευκότες ἤδη μηδὲν γίνεσθαι δίχα τῆς τοῦ θεοῦ προνοίας οὐκ ἐβούλοντο ταῦτα χωρὶς τῆς εἰς Μωυσῆν χάριτος τοῦ θεοῦ πεπρᾶχθαι, κατηγόρουν δʼ αὐτοῦ τὴν ὀργὴν τοῦ θεοῦ γίνεσθαι τοσαύτην οὐχ οὕτω διὰ τὴν τῶν κολασθέντων ἀδικίαν, ὡς Μωυσέος πραγματευσαμένου·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.54 Joseph. AJ 4.58 (English) >>Joseph. AJ 4.63

Powered by PhiloLogic